Add parallel Print Page Options

21 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ [a]εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε [b]Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς· [c]Πορεύεσθε εἰς τὴν κώμην τὴν [d]κατέναντι ὑμῶν, καὶ [e]εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες [f]ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· [g]εὐθὺς δὲ [h]ἀποστελεῖ αὐτούς. Τοῦτο [i]δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ [j]ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς [k]συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν [l]ἐπ’ αὐτῶν τὰ [m]ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες [n]αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; 11 οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν [o]ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

12 Καὶ εἰσῆλθεν [p]Ἰησοῦς εἰς τὸ [q]ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν [r]ποιεῖτε σπήλαιον λῃστῶν.

14 Καὶ προσῆλθον αὐτῷ [s]τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας [t]τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν 16 καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.

18 [u]Πρωῒ δὲ [v]ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. 19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· [w]Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· 22 καὶ πάντα ὅσα [x]ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 εἰς WH Treg NIV ] πρὸς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 Ἰησοῦς WH NIV ] ὁ Ἰησοῦς Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 Πορεύεσθε WH Treg NIV ] Πορεύθητε RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 κατέναντι WH Treg NIV ] ἀπέναντι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 εὐθέως Treg NIV RP ] εὐθὺς WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 ἀγάγετέ WH NIV RP ] ἄγετέ Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 ἀποστελεῖ WH Treg NIV ] ἀποστέλλει RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:4 δὲ WH Treg NIV ] + ὅλον RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:5 ἐπὶ WH Treg NIV ] RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:7 ἐπ᾽ WH Treg NIV ] ἐπάνω RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:7 ἱμάτια WH Treg NIV ] + αὐτῶν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:9 αὐτὸν WH Treg NIV ] RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:11 ὁ προφήτης Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς ὁ προφήτης RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:12 ἱερόν WH Treg NIV ] + τοῦ θεοῦ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:13 ποιεῖτε WH Treg NIV ] ἐποιήσατε RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:14 τυφλοὶ καὶ χωλοὶ WH Treg NIV ] χωλοὶ καὶ τυφλοὶ RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:15 τοὺς WH Treg NIV ] RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:18 Πρωῒ WH Treg NIV ] Πρωῒας RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:18 ἐπανάγων Treg NIV RP ] ἐπαναγαγὼν WH
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:19 Μηκέτι Treg NIV RP ] Οὐ μηκέτι WH
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:22 ἂν WH NIV ] ἐὰν Treg RP